Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.117 Joseph. AJ 20.123 (English) >>Joseph. AJ 20.128

20.121τῶν δʼ ἐν τέλει καταπραΰνειν αὐτοὺς πειρωμένων καὶ πείσειν τὸν Κουμανὸν ἐπαγγελλομένων δίκας εἰσπράξασθαι παρὰ τῶν ἀνῃρηκότων, ἐκείνοις μὲν οὐ προσέσχον, ἀναλαβόντες δὲ τὰ ὅπλα καὶ βοηθεῖν Ἐλεάζαρον τὸν τοῦ Δειναίου παρακαλέσαντες, λῃστὴς δʼ οὗτος ἦν ἔτη πολλὰ τὴν διατριβὴν ἐν ὄρει πεποιημένος, κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι. 20.122Κουμανὸς δὲ τῆς πράξεως εἰς αὐτὸν ἀφικομένης ἀναλαβὼν τὴν τῶν Σεβαστηνῶν ἴλην καὶ πεζῶν τέσσαρα τάγματα τούς τε Σαμαρεῖς καθοπλίσας ἐξῆλθεν ἐπὶ τοὺς Ἰουδαίους, καὶ συμβαλὼν πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν πλείους δὲ ζῶντας ἔλαβεν. 20.123οἱ δὲ πρῶτοι κατὰ τιμὴν καὶ γένος τῶν Ἱεροσολυμιτῶν, ὡς εἶδον εἰς οἷον κακῶν μέγεθος ἥκουσιν, μετενδυσάμενοι σάκκους καὶ σποδοῦ τὰς κεφαλὰς ἀναπλήσαντες παντοῖοι τοὺς ἀφεστῶτας παρακαλοῦντες ἦσαν καὶ πείθοντες πρὸ ὀφθαλμῶν θεμένους κατασκαφησομένην μὲν αὐτῶν τὴν πατρίδα, τὸ δὲ ἱερὸν πυρποληθησόμενον, αὐτῶν δὲ καὶ γυναικῶν σὺν τέκνοις ἀνδραποδισμοὺς ἐσομένους, μεταθέσθαι τὸν λογισμὸν καὶ τὰ ὅπλα ῥίψαντας ἠρεμεῖν εἰς τὸ λοιπὸν ἀποχωρήσαντας εἰς τὰ αὑτῶν. 20.124ταῦτα δὲ εἰπόντες ἔπεισαν. καὶ οἱ μὲν διελύθησαν, οἱ λῃσταὶ δὲ ἐπὶ τοὺς ἐχυροὺς τόπους πάλιν ἀπῆλθον. ἐξ ἐκείνου τε σύμπασα Ἰουδαία λῃστηρίων ἐπληρώθη. 20.125

Σαμαρέων δὲ οἱ πρῶτοι πρὸς Οὐμμίδιον Κοδρᾶτον τῆς Συρίας προεστηκότα κατὰ τὸν καιρὸν ἐκεῖνον ἐν Τύρῳ τυγχάνοντα παραγενόμενοι κατηγόρουν τῶν Ἰουδαίων, ὡς τὰς κώμας αὐτῶν ἐμπρήσειαν καὶ διαρπάσειαν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.117 Joseph. AJ 20.123 (English) >>Joseph. AJ 20.128

Powered by PhiloLogic